[Série de 13 scholies issues du corpus de scholies à la Sylloge Vaticana.]
ΜοιχεύειCf. Anthologia graeca IX, 166, 3 (= Anthologia Planudea Ia, εἰς γυναῖκας 2) (Luppino, p. 33, l. 22). καὶ μοιχᾶται ὁ ἀνὴρ ἤγουν εἰς ἑτέρου γυναῖκα ἀσελγαίνειν· μοιχεύεται δὲ ἡ γυνὴ ὅτε ἄνδρα ἔχουσα, ἑτέρῳ ἀνδρὶ μίγνυται :
ΔρῦςCf. Anthologia graeca X, 55, 2 (= Anthologia Planudea Ia, εἰς γυναῖκας 4) (Luppino, p. 33, l. 31), et Scholia ad Imagines I, 25 (Webb p. 247, n° 1, extrait). εἶδος δένδρου· ἀφ’ οὗ δρύφακτον ὁ ἐκ δρυῶν φραγμὸς· καὶ δρυτόμος οὐχ ὁ δρῦς μόνον τέμνων, ἀλλὰ καὶ ὁτιοῦν δένδρον :
ὈχετεύεινCf. Anthologia graeca IX, 162, 4 (= Anthologia Planudea Ib, εἰς γραφίδα 1) (Luppino, p. 34, l. 25). κυρίως [τὸ] ὕδωρ δι’ αὔλακος ἄγειν· ἀφ’ οὗ μετοχετεύειν τὸ μετάγειν ὕδωρ ἐφ’ ἑτέραν αὔλακα :
ΕὐθαλεῖςCf. Anthologia graeca IX, 3, 3 (= Anthologia Planudea Ia, εἰς δένδρα 1) (Luppino, p. 35, l. 2). μὲν κλάδοι· εὐανθεῖς δὲ λειμῶνες· διὸ καὶ τὸ θάλλειν ἐπὶ δένδρων λέγεται· τὸ ἀνθεῖν, ἐπὶ ἀνθέων :
ΜύεινCf. Anthologia graeca X, 55, 6 (= Anthologia Planudea Ia, εἰς γυναῖκας 4) (Luppino, p. 33, l. 36). ἐπὶ ὕπνου ἢ τοιούτου τινὸς· καταμύειν κυρίως ἐπὶ θανάτου· ἔστι δὲ τὸ τὰ βλέφαρα συγκλείειν :
ΣταυρὸςCf. Anthologia graeca IX, 378, 12 (= Anthologia Planudea Ia, εἰς δίκην 9) (Luppino, p. 37, l. 21). τὸ ὀρθὸν ξύλον· καὶ σκόλοψ τὸ αὐτὸ· ἀπὸ τοῦ σκόλοψ, τὸ ἀνεσκολοπίσθη, ταὐτὸν τῷ ἀνεσταυρώθη :
ΛακεδαιμονίαCf. Anthologia graeca IX, 320, 4 (= Anthologia Planudea Ia, εἰς θεούς 7) (Luppino, p. 47, l. 9). ὠνομάσθη ἀπὸ τοῦ λάχος, ὁ κλῆρος καὶ τοῦ δαίμων· ἐν αὐτῇ γὰρ ὥς φασι οἱ θεοὶ τὰς πόλεις ἐκληρώσαντο· γίνεται οὖν Λαχεδαιμονία, καὶ τροπῇ τοῦ χ̅ εἰς κ̅, Λακεδαιμονία :
ἈλογῶCf. Anthologia graeca IX, 125, 6 (= Anthologia Planudea Ia, εἰς κριτάς 1) (Luppino, p. 48, l. 16). τὸ καταφρονῶ, ἀλέγω δὲ τὸ φροντίζω :
Τὸ πεύθομαιCf. Anthologia graeca IX, 305, 4 (= Anthologia Planudea Ia, εἰς οἶνον 1) (Luppino, p. 51, l. 24). παρὰ ποιηταῖς ὃ παρὰ τοῖς κοινοῖς πυνθάνομαι λέγεται. εἰ μὲν τὸ μανθάνω δηλοῖ, αἰτιατικῇ συντάσσεται, εἰ δὲ τὸ ἐρωτῶ, δοτικῇ :
ΣκόπελοςCf. Anthologia graeca IX, 26, 2 (= Anthologia Planudea Ia, εἰς ποιητάς 8) (Luppino, p. 54, l. 7). ὁ ὑψηλὸς τόπος· καὶ σκοπιά ἀφ’ οὗ δύναταί τις ἰδεῖν μακρὰν ἀφ’ οὗ σκοπιωρὸς ὁ ἀπὸ σκοπιᾶς ὁρῶν· καὶ σκοπιωρεῖσθαι, τὸ ἐν σκοπιᾷ ἱστάμενον [[ἀπὸ]] ἀποσκοπεύειν· καὶ σκοπεύειν καὶ ἀποσκοπεύειν, ἐπὶ τῶν προσεχόντων ἰδεῖν τι μοκρόθεν· καὶ σκοπός, πρὸς ὃν ἀφορῶντες βάλλουσιν οἱ τοξ[εύοντες] καὶ ἀπὸ τούτου σκοπὸς ἔνθα ὁ λογισμὸς τείν[ει] καὶ σκοπῶ καὶ σκοποῦμαι τὸ σκέπτομαι :
ἈνὴρCf. Anthologia graeca IX, 387, 3 (= Anthologia Planudea Ia, εἰς πόλεις 4) (Luppino, p. 56, l. 33). ἁπλῶς, ὁ ἀντιδιαστελλόμενος πρὸς τὴν γυναῖκα· καὶ ἰδίως ὁ ἀνδρικὸν ἔχων φρόνημα· καὶ ὁ ἐν πέμπτῃ ὢν ἡλικίᾳ· μέχρι γὰρ ταύτης, αὐξάνεται ἄνθρωπος· ἐν ταύτῃ δὲ ἵσταται καὶ τετελεσμένος ἐστὶν ἀνὴρ· καὶ ἀνὴρ λέγεται γενέσθαι τίς, ὅταν γυναῖκα λαβὼν, συγγένηται αὐτῇ· ἀπὸ τούτου ἀνδρεῖος, ὁ γενναῖον ἔχων φρόνημα καὶ ἀνδρικὸν· καὶ ἀνδρεία γυνὴ, ἀπὸ τούτου τοῦ σημαινομένου, διὰ διφθόγγου· ἀνδρία δὲ ἡ ἀπὸ τῆς Ἄνδρου. ἔστι δὲ Ἄνδρος νῆσος περὶ τὴν Εὔοιαν· οὗ τὸ ἀρσενικὸν ὁ ἄνδριος, διὰ τοῦ ι :
ΚόρυδοςCf. Anthologia graeca IX, 380, 1 (= Anthologia Planudea Ia, εἰς σύγκρισιν 1) (Luppino, p. 58, l. 1). καὶ κορυδαλὸς τὸ στρουθίον τὸ ἔχον ἐπὶ τῆς κεφαλῆς ἀνεστηκότα πτερὰ· ὥσπερ λόφον· ὃν δὴ λόφον ὁ τῶν Ἑλλήνων μύθος, τὸν τάφον εἶναι βούλεται τοῦ πατρὸς αὐτῶν· φασὶ γὰρ αὐτοὺς εἶναι πρὸ τοῦ τὴν γῆν ὑποστῆναι· ἀποθανόντα δὲ τὸν πατέρα αὐτῶν ἐπεὶ οὐκ εἶχον ὅποι θάψουσιν, ἐπὶ ταῖς ἑαυτῶν ἔθαψαν κεφαλαῖς· τοῦτο βούλεται δηλοῦν καὶ παρὰ Θεοκρίτῳ, τὸ ἐπιτυμβίδιοι κορυδαλίδεςCf. [Théocrite,](http://data.perseus.org/citations/urn:cts:greekLit:tlg0005.tlg001.perseus-grc1:7) Idylles VII, 23. [ἤγουν] αἱ ἐπὶ τῆς ἑαὐτῶν κεφαλῆς τὸν τοῦ πατρὸς τύμβον φέρουσαιCf. aussi Scholia in Theocritum (scholia vetera), à Idylles VII, 23. :
Πέντε τινὰ παράκεινται ἀλλήλοις· σύμβολον· σημεῖον· εἰκὼν· ὁμοίωμα καὶ τεκμήριονCf. Anthologia graeca X, 56, 1 (= Anthologia Planudea Ia, εἰς σωφροσύνην 4) (Luppino, p. 59, l. 14).· διαφέρουσι δὲ ὅτι τὸ μὲν σύμβολον καὶ σημεῖον· ἐπὶ τῶν θέσει λέγεται καὶ ἐκ τῆς ἡμετέρας ἐστὶ διανοίας· οἷον, ἐν πολέμῳ σάλπιγγος ἦχος· ἢ πυρὸς αὐγὴ· τὰ δὲ λοιπὰ τρία, ἐπὶ τῶν φύσει· διαφέραι δὲ ὅτι τὰ μὲν, ἡ εἰκὼν καὶ τὸ ὁμοίωμα, τὴν φύσιν τοῦ πράγματος εἰκονίζουσιν, οὐ μέντοι ἀπαραλλάκτως ὡς ἡ τοῦ Σωκράτους εἰκὼν· τὸ δὲ τεκμήριον ἀναγκαίως μόνον τοῖς πράγμασιν ἕπεται, μηδὲν τῶν ἑαυτοῖς συμβεβηκότων φέρον ἐν ἑαυτῷ· οἷον τεκμήριον τοῦ τετοκέναι τὴν γυναῖκα τὸ γάλα· καὶ τοῦ πυρὸς ὁ καπνὸς :