[fin de la scholie sur le précédent folio + dernière scholie à l'Anthologia Graeca][ἤγουν] αἱ ἐπὶ τῆς ἑαὐτῶν κεφαλῆς τὸν τοῦ πατρὸς τύμβον φέρουσαι: Πέντε τινὰ παράκεινται ἀλλήλοις·σύμβολον· σημεῖον· εἰκὼν· ὁμοίωμα καὶ τεκμήριον· διαφέρουσι δὲ ὅτι τὸ μὲν σύμβολον καὶ σημεῖον· ἐπὶ τῶν θέσει λέγεται καὶ ἐκ τῆς ἡμετέρας ἐστὶ διανοίας· οἷον, ἐν πολέμῳ σάλπιγγος ἦχος· ἢ πυρὸς αὐγὴ· τὰ δὲ λοιπὰ τρία, ἐπὶ τῶν φύσει· διαφέραι δὲ ὅτι τὰ μὲν, ἡ εἰκὼν καὶ τὸ ὁμοίωμα, τὴν φύσιν τοῦ πράγματος εἰκονίζουσιν, οὐ μέντοι ἀπαραλλάκτως ὡς ἡ τοῦ Σωκράτους εἰκὼν· τὸ δὲ τεκμήριον ἀναγκαίως μόνον τοῖς πράγμασιν ἕπεται, μηδὲν τῶν ἑαυτοῖς συμβεβηκότων φέρον ἐν ἑαυτῷ· οἷον τεκμήριον τοῦ τετοκέναι τὴν γυναῖκα τὸ γάλα· καὶ τοῦ πυρὸς ὁ καπνὸς:
Ἀεὶ τὸ Scholia ad Excerpta Laurentiana, 62 (Ant. XII, 15) ; cf. F75v
Scholia ad Excerpta Laurentiana, 58 (Ant. XII, 2) ; cf. F74v
Τὸ Scholia ad Excerpta Laurentiana, 55 (Ant. X, 34) ; cf. F71r
Scholia ad Excerpta Laurentiana, 54 (Ant. X, 32) ; cf. F71r ; cf. Imag. I, 12-13 (Webb 234, n° 5)
Scholia ad Excerpta Laurentiana, 51 (Ant. IX, 42) ; cf. F68v
Τὸ Scholia ad Excerpta Laurentiana, 48 (Ant. IX, 40) ; cf. F74r
Τὰ Scholia ad Excerpta Laurentiana, 48 (Ant. IX, 40) ; cf. F74r ; cf. Scholia in Euripidem (Hecub.) 88
Ἰστέον ὅτι τὸ οἴεσθαι· τὸ Scholia ad Excerpta Laurentiana, 47 (Ael. I, 10) ; cf. F73br
Scholia ad Excerpta Laurentiana, 37 (Ant. VIII, 34) ; cf. F37r
Scholia ad Excerpta Laurentiana, 31 (Ant. VII, 66) ; cf. F35r
[La fin du folio contient des scholies de nature diverse mais dont plusieurs proviennent du Lexicon du Ps.-Zonaras ; voire transcription complète avec références dans la collection Cloaca] αὶ οἱ διδάσκαλοι : Διαβόητος ἐπὶ κακοῦ τάττεται ἡ λέξις· περιβόητος δὲ, ἐπὶ καλοῦ : Πομπεύω ἐπὶ ἀτιμίας· καὶ πομπεύω ἐπὶ ὀψικίου φωνητικώτερα : Ἀνάλγητος ἐπὶ ψυχῆς, ὁ μὴ τοῦ προσήκοντος ἐπιστρεφόμενος· ἀναλγὴς δὲ ἐπὶ σώματος, ὁ μὴ ὀδύνην λαμβάνων τιτρωσκόμενος. Σχολὴ ἡ {ἡ} ερημία καὶ ἡ διατριβὴ· ἀσχολία δὲ ἡ φροντὶς : Παραιτοῦμαί σε· καὶ παρῃτήσατο τὸ πρᾶγμα· καὶ παρητήσατο αὐτὸ, οὐ δεῖ λέγειν· ἀλλ’ οἷον “παραιτοῦμαι συγγνώμην ἔχειν”· καὶ “παραιτοῦμαί σε μὴ χαλεπαίνειν”· καὶ Ξενοφῶν· “τοὺς μὲν θεοὺς παρητήσῃ συγγνώμονας εἶναι σοι”· λέγουσι δὲ ἐπὶ τοῦ αὐτοῦ τὸ παρίεμαι. Παραιτεῖσθαι. οὐχ εὕρηται ἐν χρήσει· ἐπὶ τοῦ ἀρνεῖσθαι καὶ ἀποβάλλεσθαι καὶ μὴ δέχεσθαι· ἀλλ’ ἐπὶ τοῦ αἰτεῖν ὡς παρὰ τῷ Μενάνδρῳ· “παραιτοῦμαί σε συγγνώμην ἔχειν” ὡς περιττὴν εἶναι τὴν πρόθεσιν· ὡς ἐπὶ τοῦ καθεύδω· τὸ γὰρ εὕδω δηλοῖ· σπανίως δὲ εὑρίσκεται ἐπὶ τοῦ σημαίνοντος τοῦ ἐν τῇ συνηθείᾳ. Ἀλιτήριος· ἀνόσιος ὁ ἀνεχόμενος μιάσματι καὶ ἐξημαρτηκὼς εἰς θεὸν : ἀλιτήριοι δὲ ἐκλήθησαν ἀπὸ τοιαύτης ἱστορίας·
//// τοὺς Ἀθηναίους· καὶ οἱ πένητες τὰ τῶν ἀλούντων ἄλευρα διήρπαζον· ἀπὸ γοῦν ἐκείνων τοὺς πονηροὺς ἀλιτηρίους ἐκάλουν· παρέτεινε δὲ τὸ ὄνομα καὶ ἐπὶ τῶν μετὰ βίας τὶ ποιούντων.