[Les premières lignes du folio donnent la fin des [scholies aux Excerpta Laurentiana](https://eman-archives.org/Marcianus/transcript/browse?fileid=445) :
| ἐμὴν γνώμην δίδωμι· καὶ παρακινῶ τινὰ εἴς τι : Σοφισταὶ καὶ οἱ ῥήτορες· καὶ οἱ φιλόσοφοι καὶ οἱ παραλογιζόμενοι· καὶ οἱ διδάσκαλοι :
ΔιαβόητοςCf. Ps.-Ammonius, De adfinium vocabulorum differentia, n° 136. ἐπὶ κακοῦ τάττεται ἡ λέξις· περιβόητος δὲ, ἐπὶ καλοῦ :
ΠομπεύωSource non identifiée. ἐπὶ ἀτιμίας· καὶ πομπεύω ἐπὶ ὀψικίου φωνητικώτερα :
ἈνάλγητοςSource non identifiée. ἐπὶ ψυχῆς, ὁ μὴ τοῦ προσήκοντος ἐπιστρεφόμενος· ἀναλγὴς δὲ ἐπὶ σώματος, ὁ μὴ ὀδύνην λαμβάνων τιτρωσκόμενος.
ΣχολὴCf. Ps.-Theaetetus grammaticus, Lexicon de Atticis nominibus (= Περὶ Ἀττικῶν ὀνομάτων) (e codd. Laur. gr. 57,24 + Ambros. gr. M 51 sup.), s.v. σχολή ἡ ἡερημία ἠρεμία καὶ ἡ διατριβὴ· ἀσχολία δὲ ἡ φροντὶς :
ΠαραιτοῦμαίCf. Ps.-Zonaras, Lexicon, s.v. παραιτοῦμαι. σε· καὶ παρῃτήσατο τὸ πρᾶγμα· καὶ παρητήσατο αὐτὸ, οὐ δεῖ λέγειν· ἀλλ' οἷον “παραιτοῦμαι συγγνώμην ἔχειν”Menander, Fragm. 693 (éd. Körte et Kierfelder, 1959).· καὶ “παραιτοῦμαί σε μὴ χαλεπαίνειν”Plato, Res publ. 387b.· καὶ Ξενοφῶν· “τοὺς μὲν θεοὺς παρητήσῃ συγγνώμονας εἶναι σοι”Xenophon, Mem. 2, 2, 14.· λέγουσι δὲ ἐπὶ τοῦ αὐτοῦ τὸ παρίεμαι.
ΠαραιτεῖσθαιCf. Ps.-Zonaras, Lexicon, s.v. παραιτεῖσθαι.. οὐχ εὕρηται ἐν χρήσει· ἐπὶ τοῦ ἀρνεῖσθαι καὶ ἀποβάλλεσθαι καὶ μὴ δέχεσθαι· ἀλλ' ἐπὶ τοῦ αἰτεῖν ὡς παρὰ τῷ Μενάνδρῳ· “παραιτοῦμαί σε συγγνώμην ἔχειν”Menander, Fragm. 693 (éd. Körte et Kierfelder, 1959). ὡς περιττὴν εἶναι τὴν πρόθεσιν· ὡς ἐπὶ τοῦ καθεύδω· τὸ γὰρ εὕδω δηλοῖ· σπανίως δὲ εὑρίσκεται ἐπὶ τοῦ σημαίνοντος τοῦ ἐν τῇ συνηθείᾳ.
ἈλιτήριοςCf. Ps.-Zonaras, Lexicon, s.v. ἀλιτήριος.· ἀνόσιος ὁ ἀνεχόμενος μιάσματι καὶ ἐξημαρτηκὼς εἰς θεὸν : ἀλιτήριοι δὲ ἐκλήθησαν ἀπὸ τοιαύτης ἱστορίας·
ΛιμὸςCf. Ps.-Zonaras, Lexicon, s.v. ἀλιτήριος ; Suidas s.v. ἀλιτήριος. ποτὲ κατέλαβε τοὺς Ἀθηναίους· καὶ οἱ πένητες τὰ τῶν ἀλούντων ἄλευρα διήρπαζον· ἀπὸ γοῦν ἐκείνων τοὺς πονηροὺς ἀλιτηρίους ἐκάλουν· παρέτεινε δὲ τὸ ὄνομα καὶ ἐπὶ τῶν μετὰ βίας τὶ ποιούντων.
ἈλιτηρίουςCf. Ps.-Zonaras, Lexicon, s.v. ἀλιτηρίους ; Suidas s.v. ἀλιτήριοι. καὶ ἀπράκτους· οὐ μόνον ἀπράκτους παρ[ε]σκεύασας ἐπανελθεῖν ἀλλὰ καὶ ἀλιτηρίους πάντων τῶν αὐ[τοῖς] ἐντεταλμένων ἀπέδειξας· ἤ(γουν) ἀποτυχόντας· ἀστοχήσαντας:
Χαίρειν φράσαντεςCf. Ps.-Zonaras, Lexicon, s.v. χαίρειν φράσαντες. καὶ χαίρειν ἐάσαντεςCf. Ps.-Zonaras, Lexicon, s.v. χαίρειν ἐάσαντες., ἐπὶ τῶν καταφρονουμένων καὶ μισουμένων· τὸ γὰρ χαίρειν μόνον προσεπιλέγοντες, τούτοις παρετρέχομεν· καὶ χαίρειν ἀντὶ τοῦ οἰμώζειν καὶ στενάζειν :
ἜφερονCf. Scholia in Thucydidem, lib. 1, cap. 7, s. 1 (mss ABF). ἀντὶ τοῦ ἔβλαπτον· οὕτω Θουκυδίδης καὶ Ἡρόδοτος· “ἔφερον γὰρ ἀλλήλους τε καὶ τῶν ἄλλων, ὅσοι ὄντες οὐ θαλάσσιοι κάτω ᾤκουν”Thucydides, Historiae, lib. 1, cap. 7, s. 1. :
ΠαρακαλεῖνCf. Scholia in Thucydidem, lib. 1, cap. 68, s. 2 (mss ABFGMc₂) ; Suidas s.v. παρακαλεῖν. κ(υρίως) ἐστιν ἤ(γουν) τὸ καλεῖν· ἢ τὸ προτρέπεσθαι· ἄκυρον γὰρ τὸ δέεσθαι :
Αἰτία κατηγορίας διαφέρει· “αἰτία μὲν γὰρ φίλων ἀνδρῶν ἐστὶν ἁμαρτανόντων· κατηγορία δὲ κατ' ἐχθρῶν ἀδικησάντων”Thucydides, Historiae, lib. 1, cap. 69, s. 6.· φησὶ γὰρ Θουκυδίδης·“καὶ μηδεὶς ὑμῶν ἐπ' ἔχθρᾳ τὸ πλέον, ἀλλ' αἰτίᾳ νομίσῃ τάδε λέγεσθαι· αἰτία μὲν καὶ τὰ ἑξῆς”Thucydides, Historiae, lib. 1, cap. 69, s. 6. :
Ἐπ' ἐλαχίστουCf. Scholia in Thucydidem, lib. 1, cap. 70, s. 5 (mss ABFGMc₂). Θουκυδίδ(ης) ἀντὶ τοῦ οὐδὲ ἐλάχιστον :
Σημείωσαι ὅτι τρίτηνCf. Ps.-Zonaras, Lexicon, s.v. τρίτην. ἡμέραν λέγουσι οὐχὶ τρίτης ἡμέρας· οὐδὲ τρίτη ἡμέρα· Ξενοφῶν “χθὲς καὶ τρίτην ἡμέραν ταυτὸ τοῦτ' ἔπραττον”Xenophon, Cyropaedia, lib. 6, cap. 3, s. 11.· Μένανδρος· “ἡμέραν τρίτην ἐπεκώμασεν ἡμῖν”Menander, Fragm. 809 (éd. Körte et Kierfelder, 1959).· Ἀντιφῶν· “ἐχθὲς μετὰ πέντε ἔπινον· ἡμέραν τρίτην μεθ' ἑπτά”Antiphanes, Fragm. 276 (éd. Austin et Kassel, PCG, 1991).. οὐκέτι δὲ ἀπὸ τρίτην ἡμέραν ὥσπερ νῦν σολοικίζουσιν· ἀλλ' ἀπὸ τρίτης ἡμέρας· καὶ τρίτον ἔτος λέγουσιν οὐχὶ τρίτῳ ἔτει· Φερεκράτης· “πότε σὺ ἤκουσας αὐτοῦ πρὸ πέρυσιν ἔτος τρίτον”Pherecrates, Fragm. 182 (éd. Kock, Comicorum Atticorum Fragmenta, 1880).·
[ἐνίοτε δὲ] προστιθέασι τοῦτο· οἷον “τρίτον ἔτος τοῦτο”Cf. Demosthenes, In Midiam, 13.· ἐπειδὰν ἀπὸ τοῦ [παρό]ντος χρόνου λογίζωνται καὶ μὴ ἀπό τινος παρῳχηκότος·[καὶ Δη]μοσθένης· “τρίτον ἢ τέταρτον ἔτος τουτὶ, ὡραῖον τεῖχος πολι[ορκ]ῶν”Cf. Demosthenes, Olynthiaca 3, 4.· ἄνευ δὲ τοῦ προσκεῖσθαι τὸ, τοῦτο, καὶ τουτὶ κοινὸν καὶ τοῦ [παρ]εληλυθότος χρόνου ἐστί :
τοῦ Χρ(ισοστόμ)ουCf. Asterius, Commentarii in Psalmos : Homilia 15, c. 12. ([CPG 2815.15](https://clavis.brepols.net/clacla/OA/Details.aspx?id=866DFAF0666C484A9421D908190360F0)). Sur l’identité d'Asterius, nous suivons la position de M. Richard, mais cette position a été remise en cause par Wolfran Kinzig, notamment dans « Asterius Amasenus, Asterius Sophista or Asterius Ignotus ? Reflections on the authorship of the Homilies on the Psalms (ed. Marcel Richard) », dans Studia Patristica 20 (1989), p. 15-23. Διαφέρει τοῦ [θα]υμάσαι τοῦ ἐπαινέσαι· ὅτι ὁ μὲν ἔπαινος, διὰ λόγων προφέρεται· εἰς τὸ ἐπῄνεσεν ὁ κ(ύριο)ς τὸν οἰκονόμον τῆς εὐποιΐας· “εὖ δοῦλε ἀγαθὲ”Matth. 25, 21.· “τὸ δὲ θαυμάσαι τί ἐστι”Sap. 15, 19.· πάντα λόγον ὑπερβάλλων ἔπαινος σιωπῇ μόνῃ καὶ θάμβῳ δηλούμενος· καὶ θ(εὸ)ς μὲν ἐπαινεῖ τοὺς κατορθώσαντας· οὐ μὴν καὶ θαυμάζει· ἐπειδὴ οὐ νικᾶται ὁ λόγος αὐτοῦ ἀν(θρωπ)ίνῳ θαύματι· ἄν(θρωπ)ος μὲν ἐπαινεῖ μὲν τὰ λόγῳ εὐκατάληπτα· θαυμάζει δὲ τὰ πάντα λόγον ὑπερβαίνοντα, καὶ ἔπαινον :
Τὸ ἀποδύεσθαιSource non identifiée. ἐναντίον τοῦ ἐνδύεσθαι· λέγεται δὲ τὸ ἀποδύεσθαι ἐπὶ τῶν γυμνουμένων ἁπλῶς· οἷον ἀπεδύσατο τὴν λεοντῆν· καὶ ἐνεδύσατο τὴν ἀλωπεκῆν· καὶ ἀπὸ τούτου καὶ ἐπὶ ἀγῶνι γυμνουμένων· τὸ ἀναδύεσθαι λέγεται· ἐπὶ τῶν ἀπεκδυσαμένων καὶ εἰς ἀγῶνα ὁρμισαντων εἶτα διὰ δειλίαν ἀποφυγόντων τὸν ἀγῶνα καὶ ἐνδυσαμένων· λέγεται τὸ ἀναδύεσθαι καὶ ἐπὶ τοῦ ἀνανεύειν ἀπὸ θαλάσσης ᾧ ἐναντίον τὸ καταδύεσθαι· οἷον καταδύεται τί εἰς τὸν βυθὸν· καὶ ἀναδύεται ἐκ τοῦ βυθοῦ :
ΠαραδυναστεύεινSource non identifiée.· παραδιοικεῖν παραστρατηγεῖν :
ΚαταλείπειSource non identifiée. Καταλείπει τίς τί ἀντὶ τοῦ ἀφίησι· καὶ καταλείπεται ἀντὶ τοῦ ἀφίεται :
ἘπιλείπειSource non identifiée. ἀντὶ τοῦ παρέρχεται καὶ ἀναλοῦται οἷον, ἐπιλείψει με ἡ ἡμέρα διηγούμενονCf. Basil. Caes., Homilia in illud : Attende tibi ipsi ([CPG 2847](https://clavis.brepols.net/clacla/OA/Details.aspx?id=021E322EC0EA4EB3A16F9D9BE22D69E0)), p. 30 (éd. Rudberg) = PG31, col. 208B.· ἀντὶ τοῦ παρελεύσε[ται καὶ ἀνα]λωθήσεται· ἀπολείπεται ἐπὶ τῶν μετά τινος τρεχόντων· καὶ [χω]ρησάντων ἐν τῷ δρόμῳ· ὑπελείφθη δὲ ἀντὶ τοῦ ὑπέμεινε κοι[νῶς ?]
ὈνίνημιSource non identifiée. ἐνεστὼς· ὠφέλουν π(αρατατικ)ὸς· ὀνήσω μέλλων· ὤνησα ἀόριστος· ὀνίναμαι ἐνεστὼς παθη(τικ)ὸς· ὠνινάμην παρατατικὸς· ὀνήσομαι μέλλων· ὠνάμην ἀόριστος· ἀφ' οὗ τὸ ὀναίμην :
ἈρέσκωCf. Scholia in Aristophanis Ranas, 103a [ms. [Paris, BNF, gr. 2821](https://pinakes.irht.cnrs.fr/notices/cote/52459/), fol. 72r]. τινί ἀντὶ τοῦ ἀρεστὸς αὐτῷ φαίνομαι· ἀρέσκομαι δέ τινὶ, ἀντὶ τοῦ ἀποδέχομαι αὐτόν· καὶ ἀπαρέσκομαι ἀντὶ τοῦ οὐκ ἀποδέχομαι :-
Διαβολὴ ἐστὶ, κατηγορία ἐξ ἐρημίας γινομένη τοῦ κατηγορουμένου λεληθυῖα· ἐκ τοῦ μονομεροῦς ἀναντιλέκτως πεπιστευμένηLucianus, Calumniae non temere credendum, 6. :-
Κῆδος ση(μαίν)ει ϛ'· ἡ συγγένεια κατ' ἐπιγαμίαν· τὸ πένθος· ἡ θεραπεία· ἡ λύπη·ἡ φροντὶς· καὶ τὸ κτῆμα· ὡς καὶ ὁ Δίων· “μὴ γὰρ εἴη ποτέ ὦ Ζεῦ λαβεῖν μὴ δὲ κερδᾶναι κῆδος τοιοῦτον, ἀπὸ ἀν(θρώπ)ων δυστυχίας”Dio Chrysostomus, Oratio 7, c. 52. Seuls les mss [Vatican, BAV, Urb. gr. 124](https://pinakes.irht.cnrs.fr/notices/cote/66591/) (U, 11e s.) (et ses apographes), et [Paris, BNF, gr. 2958](https://pinakes.irht.cnrs.fr/notices/cote/52598/) (B, 14e s.) donnent κῆδος et non κέρδος. U a en outre une scholie (fol. 59v) qui donne la même définition du mot qu’ici : κῆδος ἐνταῦθα τὸ κτῆμα λέγει· καὶ ἡ συγγένεια κατ’ ἐπιγαμίαν· καὶ τὸ πένθος· ἡ θεραπεία· καὶ ἡ λύπη· καὶ ἡ φροντὶς. :-
Τῷ στόματι τοὺς ἐπιτηδείους ἀσπάζεσθαι περσικὸνCf. Lucianus, Alexander, c. 41 ?· ἐν δὲ τῇ Ἑλλάδι ἀγροίκων·οἱ γὰρ Ἀττικοὶ χείρας ἐνέβαλον ἀλλήλοις τὰς δεξιὰς· ἀφ' οὗ καὶ τὸ δεξιοῦσθαι εἴρηται· ἀλλὰ καὶ παρὰ Πέρσαις οὐχ ὁ τυχὼν τῷ στόματι προέχοντα ἠσπάζετο,ἀλλ' ὁ κατ' ἀξίαν ἴσος· ὁ δὲ ἐλάττων προσεκύνει· ὁ δὲ πολὺ ἥττων, ὑπεξίστατο τῆς ὁδοῦSource non identifiée. :
“Κρῆτες ἀεὶ ψεῦσται”· ἐκλήθεισαν δὲ ψεῦσται, ἀπὸ ἘπιμενίδουCf. Scholia in Lucianum, 25, 6 s.v. Ἐπιμενίδην. τινος χρησμολόγου ψεύστου· ὃς ἦν καὶ αὐτὸς κρής :-
<Φ>όλοςCf. Scholia in Lucianum, 17, 14 s.v. Φόλῳ. τῶν Κενταύρων εἷς παρ' ᾧ ἐξενοδοχήθη Ἡρακλῆς
Γῆν πρὸ γῆςCf. Scholia in Lucianum, 42, 46 s.v. γῆν πρὸ γῆς. τοῦτο εἴωθε λέγεσθαι· Ἀθηναίοις· ἀντὶ ἐπὶ πάσης τῆς γῆς ὅ φαμεν τόπον ἐκ τόπου :-
<Ἐ>φεστρὶςCf. Scholia in Lucianum, 77, 20, 4 s.v. ἐφεστρίδα. τὸ ἐπὶ τοῖς[[ῶν]] ἱματίοις[[ων]] ἐπίβλημα ἤτοι μανδύαν· καὶ χλαμύδαν καὶ πόρπην :
ΚινάβραCf. Scholia in Lucianum, 77, 20, 9 s.v. κινάβραν. ἐστὶ κυρίως ἡ τῶν τράγων δυσωδία
[Ἐμβάται]Cf. Scholia in Lucianum, 38, 16 s.v. ἐμβατῶν. κωμικὰ ὑποδήμ[ατα μεγάλα τε καὶ τὰς κρη]πῖδας ὑψηλὰς ἐξειρ[γασ]μένα τοῦ πρὸς μεῖζον ὕψος τὸν χρ[ώμενον ἄγειν :]
Καταντικρὺ [Κ]ίρραςCf. Scholia in Lucianum, 77, 21, 2 s.v. ἀπὸ Σικυῶνος ἐς Κίρραν. ἐν τῷ Κορινθιακῷ κόλ[πῳ ὁ Σικυών· ἡ δὲ Κίρρα] ὄρος ὀξὺ [κατὰ τὴν] Φωκίδα ὅπου ν[ῦν τὸ Χρυσίον φασίν :]
Τὸν ΑἰακὸνCf. Scholia in Lucianum, 38, 17 s.v. ἐπειδὰν - ὁ Αἰακὸς ἀπομετρήσῃ ἑκάστῳ τὸν τόπον. ἐπέστησαν Ἕλληνες δικάζειν τοῖς νεκροῖς τὸ τοῦ ὀνόματος ἔτοιμον παραλαβόντες εἰς συνηγορίαν· βούλονται γὰρ παρὰ τὸ αἰάζειν τὸν Αἰακὸν ὠνομάσθαι, ὃ συμβαῖνον ἐπὶ τοῖς ἀποιχομένοις τῷ τάφῳ παρευθὺς αὐτοὺς παραδίδωσιν :-
ΜίλωνοςCf. Scholia in Lucianum, 26, 8 s.v. Μίλων. τοῦ ἀθλητοῦ φέρεται καὶ ἄλλα τῆς κατὰ σῶμα ἀλκῆς θαύματα· φασὶ γὰρ αὐτὸν Πυθαγόρειον ὄντα καθῆσθαι μετὰ τῶν ὁμιλητῶν ἐν οἰκίᾳ· ἧς ὑποσάθρου τινὸς τῶν στύλων ὄντος ὑποβάντα τὸ πεπονηκὸς τῆς οἰκίας τὸν στῦλον πρότερον παρωσάμενον ἐκείνους τε σῶσαι καὶ ἑαυτὸν ἀκέραιον ὑπεξαγαγεῖν· [ἔτι δὲ καὶ τοῦτο ὃ δὴ καὶ] τοῦ ζῆν αὐτὸν ἀπήλλαξεν ὡς [βαδίζοι ποτὲ παρ' ὕλην τινὰ οὗτος καὶ παρα]βαίη μὲν τὴν ὁδὸν ἐπὶ πολύ [περιτύχοι δὲ κορμῷ μεγάλῳ] κατεσφηνωμένῳ ὃν βιαζομένου πρὸς τὴν διάστασιν τοὺς σφῆνας μὲν καταπεσεῖν αὐτὸν δὲ περισχεθέντα τῇ συμπτώσει τῶν μερῶν ἀφύκτῳ πάγῃ θηρίων ὑπάρξαι θοίνην :-
L'encre a rongé le parchemin de la ligne contenant cette scholie, la rendant illisible.
ἈκαμῆCf. Scholia in Lucianum, 23, 13 s.v. ἀκαμῆ. ἀντὶ τοῦ ἀκατασκεύαστον ἀπεριποίητον ἀκατέργαστον :-
ἘψηφοφόρουνCf. Scholia in Lucianum, 28, 21 s.v. μέλαιναι. ἐν τοῖς δικαστηρίοις οἱ δικάζοντες ψήφοις ταῖς ἀπὸ τῶν κυάμων τὴν ἑαυτῶν γνώμην ἐκφαίνοντες τοῖς δικαζομένοις. τῷ μὲν οὖν νικῶντι λευκοὺς ἀπεδείκνυσαν τοὺς κυάμους, τοῖς δὲ ἡττηθεῖσι μέλανας · ᾧτινι δὲ τῶν δικαζομένων κατὰ τὸ πλέον αἱ τῶν ψήφων ἀντίχρωμοι ἀπεφαίνοντο, τούτῳ κατὰ τὸ κεκρατηκὸς ἔθος καὶ τὸ νικᾶν ἢ ἡττᾶσθαι ἐπεβραβεύετο. Καὶ τὸ μὲν τῶν κυάμων.
[La fin du f. 49v est très endommagée et n'a pas encore pu être déchiffrée.]